Ἐπίκλησις τοῦ Ἁγίου Πνεύματος



Ἐπίκλησις 

Καί νῦν, Ἀγέννητον Πνεῦμα,
Πνεῦμα ἐκπορευόμενον ἐκ τοῦ Πατρός,
Πνεῦμα τὸ εὐθές, τὸ ἐγκαινίζον τὰ ἔγκατα τῶν ἀνθρώπων,
ἐλθὲ καὶ ἁγίασον τὸν ναόν σου, ὃς ἐστι τὸ σῶμά μου,
ἐλθὲ καὶ ἀνακαίνισον τὴν καρδίαν μου εἰς τὸ ὑμνεῖν καὶ δοξολογεῖν τὸ πανάγιόν σου ὄνομα,
ἐλθὲ καὶ ἀναμνήσόν μοι τὴν φθοράν,
ἐλθὲ καὶ ἀπομάκρυνον τοὺς μισοῦντάς με ἀδίκως καὶ τοὺς ἐχθρεύοντάς μοι ματαίως,
ἐλθὲ καὶ θές με εἰς τὴν μερίδα τῶν σῳζομένων,
ἐλθὲ καὶ γνώρισόν μοι τὰς θείας γραφάς,
ἐλθὲ καὶ γαλούχησόν με τοῦ μένειν πιστὸν ἐν οἷς ἔμαθον καὶ ἐπιστώθην,
ἐλθὲ καὶ δίδου μοι πνεῦμα ταπεινώσεως καὶ σωφροσύνης,
ἐλθὲ καὶ δίδαξόν με τί με δεῖ ποιεῖν καὶ λέγειν,
ἐλθὲ καὶ δίδαξόν με τὰ δικαιώματά σου,
ἐλθὲ καὶ δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα,
ἐλθὲ καὶ ἐλέησόν με,
ἐλθὲ καὶ ἐνίσχυσον τὴν πίστιν μου,
ἐλθὲ, Ἥλιε φωτισμοῦ, καὶ ῥῖψον τὰς ἀκτῖνάς σου εἰς τὴν ἐσκονισμένην μου ψυχήν,
ἐλθὲ καὶ θεράπευσον τὰς μώλωπας καὶ τὰ τραύματά μου,
ἐλθὲ, Ἰατὴρ τῶν κτισμάτων,
ἐλθὲ καὶ καθάρισόν με ἀπὸ πάσης ἁμαρτίας, ἀνομίας καὶ μολυσμοῦ σαρκὸς καὶ πνεύματος,
ἐλθὲ καὶ κατεύθυνον τὰ διαβήματά μου,
ἐλθὲ καὶ καθοδήγησον τοὺς πόδας μου πρὸς ἐργασίαν τῶν ἐντολῶν σου,
ἐλθὲ καὶ λύτρωσαί με ἀπὸ συκοφαντίας καὶ ἐπαίνων ἀνθρώπων,
ἐλθὲ καὶ μάθε μοι τοῦ συνιέναι καὶ τηρεῖν τὰς ἐντολάς σου,
ἐλθὲ καὶ μεῖνον μετ’ ἐμοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου,
ἐλθὲ καὶ νεῦσον ἐπ’ ἐμέ,
ἐλθὲ καὶ ξένισον τὴν ταπεινήν μου ψυχήν,
ἐλθὲ, ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων, ἐλθὲ καὶ ὁδήγησόν με ἐν τῇ στενῇ καὶ τεθλιμμένῃ ὁδῷ, τῇ ὁδῷ τῆς ἀληθείας,
ἐλθὲ καὶ παράσχου μοι τοῦ δοξάζειν τὸ μεγαλοπρεπές σου ὄνομα ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, 
ἐλθὲ καὶ παραχώρησόν μοι τοῦ μὴ κατακρίνειν τὸν ἀδελφόν μου,
ἐλθὲ καὶ πάρεχε μοι ἐγκράτειαν,
ἐλθὲ, πνοὴ βιαία, ὡς τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς ἦλθες τοῖς Ἀποστόλοις,
ἐλθὲ καὶ ποίησόν με σκεῦος τῆς θείας χάριτος, σκεῦος ἐκλογῆς θείων θησαυρισμάτων, σκεῦος χαρισμάτων,
ἐλθὲ καὶ ῥίζωσον τῷ θείῳ ἔρωτι εἰς τὴν καρδίαν μου,
ἐλθὲ καὶ συνέτριψον τὴν ὑπερηφάνειάν μου,
ἐλθὲ καὶ σῶσόν με ἀπὸ τῶν κυνηγούντων με ἀδίκως καὶ ἀπὸ τῶν ζητούντων ἀπολέσαι τὴν ψυχήν μου,
ἐλθὲ καὶ τάχυνον πρός με, 
ἐλθὲ καὶ ὑπόμνησόν μοι τὴν ἔνδοξον Ἀνάστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
ἐλθὲ καὶ φλέξον δ’ ἀκάνθας τῶν ὅλων μου πταισμάτων,
ἐλθὲ καὶ φρούρησόν με ὥστε μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία,
ἐλθὲ καὶ φώτισόν με ὥστε φυλάξαι τὰς ἐντολάς σου,
ἐλθὲ καὶ χάρισαί μοι πνεῦμα ἀγάπης καὶ ὑπομονῆς,
ἐλθὲ, ψυχῆς λουτήρ,
ἐλθὲ ὡς πῦρ καταναλίσκον,
Πνεῦμα ἀληθείας,
Πνεῦμα βουλῆς,
Πνεῦμα γνώσεως,
Πνεῦμα εὐσεβείας,
Πνεῦμα ζωοποιόν,
Πνεῦμα σοφίας,
Πνεῦμα συνέσεως,
Πνεῦμα φόβου Θεοῦ,
Πνεῦμα ἁγιασμοῦ,
ἐπίφανον ἐπ’ ἐμὲ τῷ ἁμαρτωλῷ δούλῳ σου καὶ ἐλέησόν με.


Τέλος καὶ τῷ Θεῷ δόξα


Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Πιστή Μαρτυρία της ΆΔΙΚΗΣ Καταδίκης του Κυρίου μας Ιησού Χριστού

Ο Άγιος Συμεών του Βερχοτούρ, Σιβηρία (Βίος και Θαύματα)

Να αφυπνιστούμε σήμερα