Αναρτήσεις

Προβολή αναρτήσεων από Ιούνιος, 2026

Ἱκετήριος Εὐχὴ ὑπὲρ τῆς Νεότητος

Εικόνα
Ἱκετήριος Εὐχὴ ὑπὲρ τῆς Νεότητος   Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐν τῷ θείῳ φωτί Σου ὀψόμεθα φῶς, Παράκλητε, ἵνα ἐν καθαρᾷ καρδίᾳ καὶ περιτρόμῳ διανοίᾳ βαδίσωμεν εἰς τὰς ὁδοὺς τῶν ἐντολῶν σου, ἵνα καθαίρῃς καὶ λαμπρύνῃς τὸν ἐσκοτισμένον νοῦν, ἵνα ἀνακαινίζῃς τὰ ὄμματα τῆς διανοίας· καὶ τὰ πονηρὰ πνεύματα τῆς ἐπιθυμίας διασκέδασον. ​Μὴ παροργισθῇς τοῖς ἁμαρτάνουσι, ἀφοῦ ὡς ἄνθρωποι σάρκα φοροῦντες καὶ ἔξωθεν τοῦ παραδείσου ἐκ τοῦ διαβόλου ἐπλανήθησαν, εἴτε ἐν ἔργῳ εἴτε ἐν λόγῳ εἴτε ἐν γνώσει εἴτε ἐν ἀγνοίᾳ, εἴτε ἐπὶ ἐπιτηδεύμασιν εἴτε ἀπὸ ῥᾳθυμίαν, εἴτε ἀκούσια εἴτε ἑκούσια· δεῖξον τὴν εὐσπλαγχνίαν σου ὡς Ἐλεήμων καὶ Οἰκτίρμων. Ἐξαπόστειλον, Κύριε, ἐξ Ἁγίου Κατοικητηρίου καὶ ἀπὸ θρόνου δόξης, τὸ Πανάγιόν σου Πνεῦμα, τὸ ἐκχέον τὴν χάριν αὐτοῦ εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων, οὓς ἐδίψησε καὶ ἐπεπόθησε ἐκ νεότητος μέχρι τῆς παρούσης στιγμῆς, ἔτι δὲ καὶ εἰς ἐκείνους τοὺς...