Εὐχὴ πρὸ τῆς Διακονίας
Εὐχὴ πρὸ τῆς Διακονίας Ὁ Θεὸς ὁ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπὸ τῶν Χερουβεὶμ δοξολογούμενος καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος· ὁ Βασιλεὺς καὶ Κύριος τοῦ Ἰσραήλ, ὁ πολυέλεος καὶ πολυεύσπλαχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ τοὺς ταπεινοὺς ἁγιάζων καὶ τοὺς συντετριμμένους τῇ καρδίᾳ ἀνορθῶν· πρόσδεξαι καὶ νῦν ἐν τῷ ἁγίῳ οἴκῳ τούτῳ τὴν φωνὴν τῆς δεήσεως ἡμῶν καὶ ἐπάκουσον τῶν προσευχῶν ἡμῶν. Ποίησον μεθ’ ἡμῶν σημεῖον εἰς ἀγαθόν, τοῦ διακονεῖν Σοι ἀκατακρίτως, ἄνευ κρίσεως, ἀδικίας, μίσους, ζηλείας καὶ φθόνου, καὶ παντὸς ἑτέρου πάθους διαβάλλοντος ἡμάς. Δέξαι τὴν διακονίαν ἡμῶν ταύτην μὴ εἰς κρίμα ἢ εἰς κατάκριμα, ἀλλ’ εἰς ἁγιασμὸν ψυχῆς καὶ σώματος. Κύριε Ἰησοῦ Χριστέ, ὁ ἁγιάζων τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου Σου, ἐπίβλεψον ἐξ ἁγίου κατοικητηρίου Σου καὶ ἀπὸ θρόνου δόξης τῆς Βασιλείας Σου ἐπὶ τὴν διακονίαν ἡμῶν· ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί Σου, ἵνα ἐν καθαρότητι ζωῆς περιπατήσωμε...