Εὐχὴ πρὸ τῆς Διακονίας




 Εὐχὴ πρὸ τῆς Διακονίας


Ὁ Θεὸς ὁ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπὸ τῶν Χερουβεὶμ δοξολογούμενος καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος· ὁ Βασιλεὺς καὶ Κύριος τοῦ Ἰσραήλ, ὁ πολυέλεος καὶ πολυεύσπλαχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ τοὺς ταπεινοὺς ἁγιάζων καὶ τοὺς συντετριμμένους τῇ καρδίᾳ ἀνορθῶν· πρόσδεξαι καὶ νῦν ἐν τῷ ἁγίῳ οἴκῳ τούτῳ τὴν φωνὴν τῆς δεήσεως ἡμῶν καὶ ἐπάκουσον τῶν προσευχῶν ἡμῶν. Ποίησον μεθ’ ἡμῶν σημεῖον εἰς ἀγαθόν, τοῦ διακονεῖν Σοι ἀκατακρίτως, ἄνευ κρίσεως, ἀδικίας, μίσους, ζηλείας καὶ φθόνου, καὶ παντὸς ἑτέρου πάθους διαβάλλοντος ἡμάς. Δέξαι τὴν διακονίαν ἡμῶν ταύτην μὴ εἰς κρίμα ἢ εἰς κατάκριμα, ἀλλ’ εἰς ἁγιασμὸν ψυχῆς καὶ σώματος. Κύριε Ἰησοῦ Χριστέ, ὁ ἁγιάζων τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου Σου, ἐπίβλεψον ἐξ ἁγίου κατοικητηρίου Σου καὶ ἀπὸ θρόνου δόξης τῆς Βασιλείας Σου ἐπὶ τὴν διακονίαν ἡμῶν· ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί Σου, ἵνα ἐν καθαρότητι ζωῆς περιπατήσωμεν καὶ πορευθῶμεν ἐν τῇ ὁδῷ τῶν ἐντολῶν Σου. Ἐξαπόστειλον, Δέσποτα, τὸ Πανάγιόν Σου Πνεῦμα, τὸ φωτίζον, τὸ ἁγιάζον καὶ ἐγκαινίζον τὰ σύμπαντα· φώτισον τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν, κάθαρον τὰ χείλη ἡμῶν ἀπὸ ῥημάτων ἀπρεπῶν, ὅπως ὑμνῶμέν Σε ἐν ᾠδαῖς πνευματικαῖς. Εὔθυνον τὰς χεῖρας ἡμῶν, ἁγιάσον τὸν νοῦν καὶ τὴν καρδίαν, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν εὐαγγελικῶν Σου ἐντολῶν. Γινώσκομεν γάρ, Κύριε, ὅτι οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις προσέρχεσθαι ἢ προσεγγίζειν τῷ οἴκῳ Σου, ὅπου ἐν τῷ Ἁγίῳ Βήματι ὁ Ἄγγελος ὡς φύλαξ καὶ κήρυξ τῆς Σῆς Ἀναστάσεως παρίσταται.  Γινώσκομεν γὰρ ἑαυτοὺς ἀναξίους τῆς ἱερότητος τῶν θείων καὶ λειτουργικῶν Σου Σκευῶν, ἐν τῷ εὐπρεπισμῷ, τῷ ἐξωραισμῷ καὶ τῇ ἐπιμελείᾳ τοῦ ἁγίου Σου οἴκου.
Πρεσβείαις τῆς παναχράντου Σου Μητρός, χάριτι τοῦ Παναγίου καὶ Ζωοδόχου Τάφου, δυνάμει τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ, τῶν ἁγίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τῶν προφητῶν Σαμουὴλ καὶ Ζαχαρίου, τῶν ἁγίων Ἀναργύρων, τῶν ἁγίων καὶ μεγάλων οἰκουμενικῶν Διδασκάλων, τῶν ἁγίων Μαρτύρων, τῶν ἁγίων Ὁμολογητῶν, τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων και Μητέρων ἡμῶν, ἐγκρατευτῶν καὶ δικαίων, τοῦ ἁγίου ... (τοῦ Ναοῦ), τοῦ ἁγίου ... (τῆς ἡμέρας) καὶ πάντων Σου τῶν Ἁγίων. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν.



Τέλος καὶ τῷ Θεῷ δόξα


Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Πιστή Μαρτυρία της ΆΔΙΚΗΣ Καταδίκης του Κυρίου μας Ιησού Χριστού

Ο Άγιος Συμεών του Βερχοτούρ, Σιβηρία (Βίος και Θαύματα)

Να αφυπνιστούμε σήμερα