Ἐπίκλησις τοῦ Ἁγίου Πνεύματος
Ἐπίκλησις Καί νῦν, Ἀγέννητον Πνεῦμα, Πνεῦμα ἐκπορευόμενον ἐκ τοῦ Πατρός, Πνεῦμα τὸ εὐθές, τὸ ἐγκαινίζον τὰ ἔγκατα τῶν ἀνθρώπων, ἐλθὲ καὶ ἁγίασον τὸν ναόν σου, ὃς ἐστι τὸ σῶμά μου, ἐλθὲ καὶ ἀνακαίνισον τὴν καρδίαν μου εἰς τὸ ὑμνεῖν καὶ δοξολογεῖν τὸ πανάγιόν σου ὄνομα, ἐλθὲ καὶ ἀναμνήσόν μοι τὴν φθοράν, ἐλθὲ καὶ ἀπομάκρυνον τοὺς μισοῦντάς με ἀδίκως καὶ τοὺς ἐχθρεύοντάς μοι ματαίως, ἐλθὲ καὶ θές με εἰς τὴν μερίδα τῶν σῳζομένων, ἐλθὲ καὶ γνώρισόν μοι τὰς θείας γραφάς, ἐλθὲ καὶ γαλούχησόν με τοῦ μένειν πιστὸν ἐν οἷς ἔμαθον καὶ ἐπιστώθην, ἐλθὲ καὶ δίδου μοι πνεῦμα ταπεινώσεως καὶ σωφροσύνης, ἐλθὲ καὶ δίδαξόν με τί με δεῖ ποιεῖν καὶ λέγειν, ἐλθὲ καὶ δίδαξόν με τὰ δικαιώματά σου, ἐλθὲ καὶ δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, ἐλθὲ καὶ ἐλέησόν με, ἐλθὲ καὶ ἐνίσχυσον τὴν πίστιν μου, ἐλθὲ, Ἥλιε φωτισμοῦ, καὶ ῥῖψον τὰς ἀκτῖνάς σου εἰς τὴν ἐσκονισμένην μου ψυχήν, ἐλθὲ καὶ θεράπευσον τὰς μώλωπας καὶ τὰ τραύματά μου, ἐλθὲ, Ἰατὴρ τῶν κτισμάτων, ἐλθὲ καὶ καθάρισόν με ἀπὸ πάσης ἁμαρτίας, ἀνομίας...