Ικεσία εις το Άγιον Πνεύμα
Ικεσία
Ἄναρχε, ἀόρατε, ἀκατάλυπτε Θεέ, Δημιουργὲ τοῦ παντὸς καὶ πλαστουργὲ τῶν ἁπάντων. Σύ, ὁ οἰκτίρμων καὶ ἐλεήμων Κύριος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ βρέξας ἐπὶ δικαίους καὶ ἀδίκους, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ ἁμαρτωλοὺς ἐλεῶν, κἀμὲ νῦν ἐλέησον τὴν ῥυπωθεῖσαν καὶ ἁμαρτωλόν μου ψυχήν. Σύ, ὁ κτίσας τὸν ἄνθρωπον κατ’ εἰκόνα σὴν καὶ ὁμοίωσιν, σύ, ὁ διαφυλάξας Δανιὴλ ἐκ τῶν λεόντων καὶ τοὺς τρεῖς παῖδας ἐκ τῆς καμίνου τῆς πυρός, ποιῶν αὐτὴν δροσοβόλον. Σύ, ὁ ἐξαποστείλας τῷ ὁμογενεῖ σου Υἱῷ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα σώσῃ τὸν κόσμον, ἵνα ἐλεήσῃ τοὺς ἁμαρτωλούς, ἵνα ἰάσῃ τοὺς ἀσθενεῖς, ἵνα διαρρήξῃ τὰ δεσμὰ τοῦ Ἅδου καὶ ἵνα τοὺς καταχθονίους ἀναστήσῃ, ὁ εἰπὼν τοῖς Ἀποστόλοις· «Ὧν ἂν ἀφῆτε τὰς ἁμαρτίας τῶν ἀνθρώπων, ἀφεῖνται αὐτοῖς, ὧν ἂν κρατῆτε, κεκράτηνται». Ἐξαπόστειλον, Κύριε, καὶ ἐν ἐμοὶ τῷ ῥαθύμῳ, ἁμαρτωλῷ καὶ ἀχρείῳ δούλῳ σου τὸ πανάγιόν σου Πνεῦμα, ὃ τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς ὤφθη ὡσεὶ γλῶσσαι πυρός, ὃ διανεμήθη καὶ ἐκάθισεν ἐπὶ ἕκαστον Ἀπόστολον. Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, ἐξαπόστειλον τὸ ἅγιον καὶ ζωηφόρον Πνεῦμά σου οὐ μόνον ἐμοὶ ἀλλὰ καὶ τοῖς πιστεύουσιν εἰς σὲ τὸν μόνον ἀληθινὸν Θεόν, τὸν σωτῆρα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σύ, ὁ ἐμφυσήσας Πνεῦμα Ἅγιον τοῖς ἀγαπῶσι καὶ ἀνυμνοῦσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς Σοῦ ὄνομα, εἰς τὰ τρία πρόσωπα τῆς Ἁγίας Τριάδος τὰ ἀδιαίρετα, ὁμόθρονα καὶ ὁμοούσια, τὸν Πατέρα, καὶ τὸν συναΐδιον Υἱὸν καὶ Λόγον, καὶ τὸ Παράκλητον Πνεῦμα. Ἁγία Τριάς, ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου, καὶ ἐξαπόστειλον τὸ ἅγιόν σου Πνεῦμα ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾠὰν τοῦ ἐνδύματος αὐτοῦ, καὶ ὡς δρόσος Ἁερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών.
Ὅτι σε αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν Οὐρανῶν, ἄγγελοι, ἀρχάγγελοι, θρόνοι, κυριότητες, δυνάμεις, ἀρχαί, ἐξουσίαι, τὰ φρικτὰ χερουβὶμ καὶ τὰ πολυόμματα σεραφίμ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τέλος καὶ τῷ Θεῷ δόξα

Σχόλια
Δημοσίευση σχολίου