Ἱκετήριος Εὐχὴ ὑπὲρ τῆς Νεότητος
Ἱκετήριος Εὐχὴ ὑπὲρ τῆς Νεότητος
Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐν τῷ θείῳ φωτί Σου ὀψόμεθα φῶς, Παράκλητε, ἵνα ἐν καθαρᾷ καρδίᾳ καὶ περιτρόμῳ διανοίᾳ βαδίσωμεν εἰς τὰς ὁδοὺς τῶν ἐντολῶν σου, ἵνα καθαίρῃς καὶ λαμπρύνῃς τὸν ἐσκοτισμένον νοῦν, ἵνα ἀνακαινίζῃς τὰ ὄμματα τῆς διανοίας· καὶ τὰ πονηρὰ πνεύματα τῆς ἐπιθυμίας διασκέδασον. Μὴ παροργισθῇς τοῖς ἁμαρτάνουσι, ἀφοῦ ὡς ἄνθρωποι σάρκα φοροῦντες καὶ ἔξωθεν τοῦ παραδείσου ἐκ τοῦ διαβόλου ἐπλανήθησαν, εἴτε ἐν ἔργῳ εἴτε ἐν λόγῳ εἴτε ἐν γνώσει εἴτε ἐν ἀγνοίᾳ, εἴτε ἐπὶ ἐπιτηδεύμασιν εἴτε ἀπὸ ῥᾳθυμίαν, εἴτε ἀκούσια εἴτε ἑκούσια· δεῖξον τὴν εὐσπλαγχνίαν σου ὡς Ἐλεήμων καὶ Οἰκτίρμων. Ἐξαπόστειλον, Κύριε, ἐξ Ἁγίου Κατοικητηρίου καὶ ἀπὸ θρόνου δόξης, τὸ Πανάγιόν σου Πνεῦμα, τὸ ἐκχέον τὴν χάριν αὐτοῦ εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων, οὓς ἐδίψησε καὶ ἐπεπόθησε ἐκ νεότητος μέχρι τῆς παρούσης στιγμῆς, ἔτι δὲ καὶ εἰς ἐκείνους τοὺς ζητοῦντας καὶ ἐρευνῶντάς σε· ὡς πολύτιμος Μαργαρίτης καὶ ἀνεκτίμητος θησαυρὸς ὃς εἶ, δέξαι τὰς δεήσεις αὐτῶν καὶ ἐξαπόστειλον τὸ Ἅγιόν σου Πνεῦμα καὶ σκέπαζον αὐτούς. Διὰ πρεσβειῶν τῶν Ἁγίων σου Τέκνων, Ὀνουφρίου τοῦ Αἰγυπτίου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου, Ἰωάννου τοῦ Ρώσου, Ἰωσὴφ τοῦ Ἡσυχαστοῦ, Νικοδήμου τοῦ Ἁγιορείτου, Παϊσίου τοῦ Ἁγιορείτου, Ἀρσενίου τοῦ Καππαδόκου, Νήφωνος Ἐπισκόπου Κωνσταντιανῆς, Ἰωάννου τοῦ Χρυσοστόμου καὶ Νήφωνος Κωνσταντινουπόλεως· διὰ τῆς προστασίας τοῦ Τιμίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, Συμεὼν τοῦ Θεοδόχου καὶ Σαμουὴλ καὶ Δανιὴλ τῶν Προφητῶν· καὶ διὰ τῆς μεσιτείας τῆς Ὑπεραγίας Θεοτόκου· ποίμανε, Κύριε, τοὺς νέους σου, στήριξον αὐτούς, ἀποδιώκων ἀπ᾽ αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον, εἰρήνευσον τὴν ζωὴν αὐτῶν καὶ χάρισον αὐτοῖς πλούσια τὰ ἐλέη καὶ τοὺς οἰκτιρμούς σου. Στεφάνωσον αὐτοὺς τῇ καθαρότητι, τῇ ἁγνότητι καὶ τῇ συνέσει, ἅπερ μετὰ δόλου ἐχθρεύεται ὁ μισίκακος καὶ ἀνθρωποκτόνος διάβολος· σῶσον τὸ πλάσμα σου ἀπὸ τῶν ὀδόντων αὐτοῦ καὶ ἀπὸ τῆς ἀπωλείας· δεῖξον τῷ ἀνθρώπῳ τὸν οἶκον τὸν προσδοκώμενον ἑκάστῳ ἰδίᾳ, οἰκητήριον ἴδιον ἐν ταῖς μοναῖς τοῦ παραδείσου. Δώρησον αὐτοῖς τοὺς καρποὺς τοῦ Ἁγίου Πνεύματος ὡς στέφανον ἀμάραντον ἐκ λίθου Τιμίου. Δίδαξον αὐτοὺς ταπεινοφροσύνην, ὑπομονὴν καὶ ἀγάπην, ὥστε νὰ μὴν προδώσωσι τοῖς κυσὶ τὰς δωρεάς σου.
Κατάταξον τοὺς νέους σου ἐν τῷ χορῷ τῶν Νεομαρτύρων· καὶ τοῖς κλίνουσι τὸ γόνυ, κάμπτουσι τὸν αὐχένα καὶ τὰς καρδίας αὐτῶν πρός σε, Κύριε τῶν δυνάμεων, ποίησον αὐτοὺς δοχεῖα τῆς θείας χάριτός σου καὶ πηγὴν ἰαμάτων, ὥστε νὰ δοξάζηται ἀπὸ τοῦ νῦν ἀτελευτήτως εἰς τοὺς αἰῶνας τῶν αἰώνων τὸ Πανάγιόν σου ὄνομα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Σχόλια
Δημοσίευση σχολίου