Ευχή δια τους κεκοιμημένους

   


  

    Κὺριε, οἰκτὶρμον και ἐλεῆμον, μακρὸθυμε καί πολυὲλεε, ἐνὼτισαι την προσευχὴν ἡμῶν καί πρὸσχες τῇ φωνῆ τῆς δεὴσεως ἡμῶν· ποὶησον μὲθʹ ἡμάς   σημεῖον εἰς ἀγαθὸν· ὁδὴγησον ἡμάς ἐν τῇ ὁδῶ σου, τοῦ πορεὺεσθαι ἐν τῇ ἀληθείᾳ σου. Σύ Κὺριε, ὁ πολυεὺσπλαχνος, ὁ τους δικαὶους ἀγαπῶν καί τους ἀμαρτωλούς ἐλεῶν, ὁ πὰντας ἀνθρὼπους θὲλων σωθῆναι, ὁ καταβὰς εἰς Ἄδη και ἐξαναστήσας πάντας τους ἀπʹαἰῶνος εὐαρεστήσαντας σοι, ὁ ζωήν διδούς, τῷ κὸσμῳ ἠλευθέρωσας, ὁ συνεγείρας νεκροὺς ἐκ τῶν μνημὰτων ὠς Θεός, ὁ σκυλεὺσας κρὰτος θανὰτου, ὁ λυτρωσὰμενος τον κόσμον ἐκ τῆς πλὰνης τοῦ ἐχθροῦ, ὁ τας ἀμαρτίας ἡμῶν τῷ σταυρῷ προσὴλωσας, ὁ το δάνειον χαρισάμενος τοῖς δυσί χρεωφιλὲταις και τῇ ἀμαρτωλῷ δοῦς ἄφεσιν ἀμαρτιῶν· αὐτὸς, Δὲσποτα, ἄνες, ἄφες συγχὼρησον τας ἀμαρτὶας, τας ἀνομὶας, τα πλημμελὴματα, τα ἑκοὺσια καί τα ἀκοὺσια, τα ἐν γνώσει, τα ἐν ἀγνοὶᾳ, τα ἐν παραβὰσει καί παρακοῂ γενὸμενα. Καὶ εἴ τι, ὡς ἅνθρωποι σάρκα φοροῦντες καί τον κόσμον οἰκοῦντες ἐκ τοῦ διαβὸλου ἑπλανὴθησαν, εἵτε ἐν λόγῳ, εἴτε ἐν ἔργῳ, εἴτε ἐν γνὼσει, εἴτε ἐν ἀγνοὶᾳ. Αὐτὸς, ὠς ἀγαθὸς καί ἀμνησὶκακος, Δεσπὸτης, τοὺτους τους δοὺλους σου, σῶσαι και χαρὶσαι· αὐτοῖς ζωὴν αἰὼνιον καί ἄφεσιν ἀμαρτιῶν, συγχώρησε αὐτοῖς πὰντα τα πλημμελὴματα κατὰ το μὲγα σου ἔλεος. Ναὶ, Δὲσποτα φιλὰνθρωπε Κὺριε, ὁ συγχωρὴσας ἐν τῷ σταυρῷ τῷ ληστῇ  και ἀνοὶξας πὺλας παραδεὶσου τοῦ εἰσελθεῖν, συγχὼρησον τους κεκοιμημὲνους δοὺλους σου και σῶσαι αὐτοῖς ὢστε τῆς μερὶδος τῶν ἐκλεκτῶν  τυχῶσι. Ἐπάκουσον ἡμῶν τῶν ἀμαρτωλῶν δεομὲνων σου καί ἀπὰλλαξον αὐτοὺς τῆς αἰωνὶου κολὰσεως.

    Ὃτι συ εἶ μὸνος ἀναμὰρτητος, ἀνεξὶκακος, θανὰτω θάνατον πατὴσας, ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις τῶν κεκοιμημένων δούλων σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Πιστή Μαρτυρία της ΆΔΙΚΗΣ Καταδίκης του Κυρίου μας Ιησού Χριστού

Ο Άγιος Συμεών του Βερχοτούρ, Σιβηρία (Βίος και Θαύματα)

Να αφυπνιστούμε σήμερα