Ευχή εις τον Δεσπότη των απάντων
Κὺριε, μὴ τῷ θυμῷ σου ἐλὲγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεὺσῃς ἡμᾶς, ἀλλὰ ποὶησον μεθ’ ἡμῶν κατὰ την ἐπιεὶκειὰν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν καὶ τῶν σωμὰτων ἡμῶν. Σύ Κύριε Πάτερ Παντοκράτωρ, Κύριε Ὑιέ Μονογενές, Ἰησοῦ Χριστέ καί Ἂγιον Πνεύμα, μὶα Θεότης, μὶα Δύναμις, ὁ Θεός τῶν πατέρων ἡμῶν, ὁ ποιών ἀει μεθ’ ἡμῶν κατά την σήν ἐπιείκειαν, μὴ ἀποστήσης το ἐλεός σου ἀφ’ ἡμῶν. Σύ Κύριε ὁ μόνος δεσπόζεις τῶν ἐπουρανίων καί ἐπιγείων δυνάμεων, ὁ ἐπὶ θρόνου Χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφείμ Κύριος καὶ Βασιλεῦς τοῦ Ἰσραήλ, ὁ περικυκλούμενος ὐπὸ χιλιάδων ἀρχαγγέλων καὶ μυριάδων ἀγγέλων, ὀ τῇ ἀμετρήτῳ σου δυνάμει τα πάντα δημιουργήσας καὶ τῷ πλήθει τοῦ ἐλέους σου ἐξ οὐκ ὄντων εἰς το εἶναι τα πάντα παραγαγῶν, ὁ δωρούμενος τῷ κόσμῳ την ζωήν, ὁ κατατροπώσας το κράτος τοῦ ἐχθροῦ, ὁ σκυλεύσας τον θάνατον, ὁ νεκρώσας τον ἄδην διά τῇ ἀστραπῆ σου, ὁ ἐκ τῶν καταχθονίων ἀνέστησας πάντας τους τεθνεώτας, ὁ φωτίσας τον λαόν τον πορευόμενον ἐν σκότει, ὁ τους ἰσχυκότας νικῶν, ὁ Πατήρ τοῦ μέλλοντος αἰῶνος · αὐτός, Δέσποτα, τους ἐν ἄσθενείᾳ ἐπίσκεψαι, καὶ ἴασιν δώρησαι · τοῖς μισούσι καὶ ἀδικούσι ἠμᾶς συγχώρησον · τοῖς ἀγαθοποιούσιν ἀγαθοποίησον · τοῖς ἀδερφοῖς καὶ οἰκείοις καὶ παντός τοῦ κλήρου καὶ τοῦ λαοῦ, χάρισαι τα προς σωτηρίαν αἰτήματα καὶ ζωήν αἰώνιον · τοῖς διακονοῦσι καὶ ἐλεοῦσιν ἡμᾶς, ἀμαρτιῶν ἄφεσιν δώρησαι, τοῖς ἐντειλαμένοις ἠμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν · συγχώρησον καὶ ἐλέησον, τους ἐν θαλάσσῃ κυβέρνησον, τοῖς ὀδοιποροῦσι συνόδευσον καὶ τους αἰχμαλώτους ἀνάρρυσαι. Ναί, Δέσποτα Φιλάνθρωπε Κύριε, δώρησαι ἡμῖν την ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν, σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, ἀποδίωξον ἀφ’ ἡμῶν πάντα ἐχθρόν καὶ πολέμιον, εἰρήνευσον ἡμῶν την ζωήν καὶ χάρισαι ἡμῖν ἀγάπη ἀλλήλοις, ἴνα ἐν ὀμονοία ὀμολογήσωμεν.
Ὅτι σὺ γαρ εἶ Θεός ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάλυπτος, ἀεί ὤν, ὠσαύτος ὤν καὶ Θεός ἐλεους, συμπαθείας καὶ βοηθείας καὶ σου ἐστίν ἡ Βασιλεία καὶ ἡ Προσκύνησις καὶ ἡ τιμή καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός καὶ τοῦ Υἰοῦ καὶ τοῦ Ἀγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰώνας τῶν αἰώνων.
Ὁ Χορός · Ἀμήν

Σχόλια
Δημοσίευση σχολίου